Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.230 Joseph. AJ 17.234 (English) >>Joseph. AJ 17.239

17.232καθήπτετο δὲ αὐτοῦ ἡγεμόνων τινῶν ἐν τῷ στρατιωτικῷ μετάστασιν ἐπικαλῶν καὶ προκάθισιν ἐπὶ θρόνου βασιλείου καὶ δικῶν διάλυσιν ὡς ὑπὸ βασιλέως γενομένην κατανεύσεις τε αἰτήσεων τοῖς δημοσίᾳ αἰτουμένοις καὶ πάντων διάπραξιν, ὧν οὐδὲν ἂν μειζόνως ἐπινοῆσαι καθεσταμένον ὑπὸ τοῦ Καίσαρος εἰς τὴν ἀρχήν. 17.233ἀνετίθει δὲ αὐτῷ καὶ τῶν ἐκ τοῦ ἱπποδρόμου δεσμωτῶν τὴν ἄφεσιν καὶ πολλὰ τὰ μὲν γεγονότα τὰ δὲ καὶ πιστεύεσθαι δυνάμενα διὰ τὸ φύσιν ἔχειν γίνεσθαι ὑπό τε νεωτέρων καὶ φιλοτιμίᾳ τοῦ ἄρχειν προλαμβανόντων τὴν ἐξουσίαν, πένθους τε τοῦ ἐπὶ τῷ πατρὶ ἀμελείας καὶ κωμασμοὺς αὐτονυκτὶ τῇ ἐκείνου τελευτῇ γεγονότας, 17.234ἐφʼ οἷς δὴ καὶ τὴν πληθὺν ἀρχὴν τοῦ στασιάζειν λαβεῖν, εἰ τοιαῦτα εὐεργετήσαντος αὐτὸ τοῦ πατρὸς καὶ οὕτως μεγάλων ἠξιωκότος τοιοῖσδε ἀμείβεσθαι τὸν νέκυν, ὥσπερ ἐπὶ σκηνῆς δακρύειν μὲν προσποιούμενον τὰς ἡμέρας, ἀπολαύοντα δὲ ἡδονῇ τῇ ἐπὶ τῆς ἀρχῆς ὅσαι νύκτες. 17.235φανεῖσθαί τε καὶ περὶ τὸν Καίσαρα τοιόνδε ὄντα Ἀρχέλαον συγχωροῦντα τὴν βασιλείαν, ὁποῖος γένοιτο καὶ περὶ τὸν πατέρα· χορεύειν γὰρ καὶ ᾄδειν ὥσπερ ἐχθροῦ πεσόντος, ἀλλʼ οὐκ ἀνδρὸς οὕτως μὲν συγγενοῦς, τηλικαῦτα δʼ εὐεργετεῖν ἐξηγμένου. 17.236δεινότατόν τε πάντων ἀπέφηνε τὸ νῦν ἥκειν ἐπὶ Καίσαρος κατανεύσει τῇ ἐκείνου χρησόμενον τῇ βασιλείᾳ πάντων αὐτῷ προπεποιημένων, ὁπόσα γένοιτο ἂν ὑπὸ σοῦ βεβαίως ἤδη τοῦ αὐτοκράτορος παρεσχηκότος πρασσόμενα.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.230 Joseph. AJ 17.234 (English) >>Joseph. AJ 17.239

Powered by PhiloLogic